ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ (E)


(ΣΥΝΕΧΕΙΑ ΑΠΟ  24/01/16)

[998b.7]   εἰ ἔστι τὴν τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν
καθ’ ἃ λέγονται τὰ ὄντα, τῶν γε εἰδῶν ἀρχαὶ τὰ γένη εἰσίν.
φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ
ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆ-
σθαι. -ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως γε οἷόν τε λέγειν τὰς
ἀρχάς. ὁ μὲν γὰρ λόγος τῆς οὐσίας εἷς· ἕτερος δ’ ἔσται ὁ
διὰ τῶν γενῶν ὁρισμὸς καὶ ὁ λέγων ἐξ ὧν ἔστιν ἐνυπαρχόν-
των. -πρὸς δὲ τούτοις εἰ καὶ ὅτι μάλιστα ἀρχαὶ τὰ γένη εἰσί,
πότερον δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχὰς ἢ τὰ
ἔσχατα κατηγορούμενα ἐπὶ τῶν ἀτόμων; καὶ γὰρ τοῦτο ἔχει
ἀμφισβήτησιν. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου μᾶλλον ἀρχαί,
φανερὸν ὅτι τὰ ἀνωτάτω τῶν γενῶν· ταῦτα γὰρ λέγεται
κατὰ πάντων. τοσαῦται οὖν ἔσονται ἀρχαὶ τῶν ὄντων ὅσα-
περ τὰ πρῶτα γένη, ὥστ’ ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχαὶ καὶ
οὐσίαι· ταῦτα γὰρ κατὰ πάντων μάλιστα λέγεται τῶν ὄντων.
οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν οὔτε τὸ ὄν·
ἀνάγκη μὲν γὰρ τὰς διαφορὰς ἑκάστου γένους καὶ εἶναι καὶ
μίαν εἶναι ἑκάστην, ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ
γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἢ τὸ γένος ἄνευ τῶν αὐτοῦ
εἰδῶν, ὥστ’ εἴπερ τὸ ἓν γένος ἢ τὸ ὄν, οὐδεμία διαφορὰ οὔτε
ὂν οὔτε ἓν ἔσται. ἀλλὰ μὴν εἰ μὴ γένη, οὐδ’ ἀρχαὶ ἔσονται,
εἴπερ ἀρχαὶ τὰ γένη. ἔτι καὶ τὰ μεταξὺ συλλαμβανό-
μενα μετὰ τῶν διαφορῶν ἔσται γένη μέχρι τῶν ἀτόμων
(νῦν δὲ τὰ μὲν δοκεῖ τὰ δ’ οὐ δοκεῖ)· πρὸς δὲ τούτοις ἔτι μᾶλ-
λον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· εἰ δὲ καὶ αὗται ἀρχαί,
ἄπειροι ὡς εἰπεῖν ἀρχαὶ γίγνονται, ἄλλως τε κἄν τις τὸ
[999a]   πρῶτον γένος ἀρχὴν τιθῇ. ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε
ἀρχοειδὲς τὸ ἕν ἐστιν, ἓν δὲ τὸ ἀδιαίρετον, ἀδιαίρετον δὲ
ἅπαν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ εἶδος, πρότερον δὲ τὸ κατ’
εἶδος, τὰ δὲ γένη διαιρετὰ εἰς εἴδη, μᾶλλον ἂν ἓν τὸ
ἔσχατον εἴη κατηγορούμενον· οὐ γάρ ἐστι γένος ἅνθρωπος
τῶν τινῶν ἀνθρώπων. ἔτι ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν
ἐστιν, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα (οἷον
εἰ πρώτη τῶν ἀριθμῶν ἡ δυάς, οὐκ ἔσται τις ἀριθμὸς παρὰ
τὰ εἴδη τῶν ἀριθμῶν· ὁμοίως δὲ οὐδὲ σχῆμα παρὰ τὰ εἴδη
τῶν σχημάτων· εἰ δὲ μὴ τούτων, σχολῇ τῶν γε ἄλλων
ἔσται τὰ γένη παρὰ τὰ εἴδη· τούτων γὰρ δοκεῖ μάλιστα εἶναι
γένη)· ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ’ ὕστε-
ρον. ἔτι ὅπου τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον
πρότερον· ὥστ’ οὐδὲ τούτων ἂν εἴη γένος. -ἐκ μὲν οὖν τούτων
μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ
εἶναι τῶν γενῶν· πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ἀρχὰς ὑπο-
λαβεῖν οὐ ῥᾴδιον εἰπεῖν. τὴν μὲν γὰρ ἀρχὴν δεῖ καὶ τὴν
αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι
εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὸ καθ’ ἕκαστον
εἶναι διὰ τί ἄν τις ὑπολάβοι, πλὴν ὅτι καθόλου κατηγο-
ρεῖται καὶ κατὰ πάντων; ἀλλὰ μὴν εἰ διὰ τοῦτο, τὰ μᾶλ-
λον καθόλου μᾶλλον θετέον ἀρχάς· ὥστε ἀρχαὶ τὰ πρῶτ’
ἂν εἴησαν γένη.
Ἔστι δ’ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλε-
πωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέ-
στηκε νῦν. εἴτε γὰρ μὴ ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα, τὰ
δὲ καθ’ ἕκαστα ἄπειρα, τῶν δ’ ἀπείρων πῶς ἐνδέχεται λα-
βεῖν ἐπιστήμην; ᾗ γὰρ ἕν τι καὶ ταὐτόν, καὶ ᾗ καθόλου τι
ὑπάρχει, ταύτῃ πάντα γνωρίζομεν. -ἀλλὰ μὴν εἰ τοῦτο
ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθ’ ἕκαστα, ἀναγκαῖον
ἂν εἴη τὰ γένη εἶναι παρὰ τὰ καθ’ ἕκαστα, ἤτοι τὰ ἔσχατα ἢ
τὰ πρῶτα· τοῦτο δ’ ὅτι ἀδύνατον ἄρτι διηπορήσαμεν. -ἔτι εἰ
ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον ὅταν κατηγορηθῇ τι τῆς
ὕλης, πότερον, εἰ ἔστι, παρὰ πάντα δεῖ εἶναί τι, ἢ παρὰ μὲν ἔνια
[999b]   εἶναι παρὰ δ’ ἔνια μὴ εἶναι, ἢ παρ’ οὐδέν; εἰ μὲν οὖν μηδέν ἐστι
παρὰ τὰ καθ’ ἕκαστα, οὐθὲν ἂν εἴη νοητὸν ἀλλὰ πάντα αἰσθητὰ
καὶ ἐπιστήμη οὐδενός, εἰ μή τις εἶναι λέγει τὴν αἴσθησιν ἐπιστή-
μην. ἔτι δ’ οὐδ’ ἀΐδιον οὐθὲν οὐδ’ ἀκίνητον (τὰ γὰρ αἰσθητὰ
πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν)· ἀλλὰ μὴν εἴ γε ἀΐδιον
μηθέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν. ἀνάγκη γὰρ εἶναί τι
τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται καὶ τούτων τὸ ἔσχατον ἀγένη-
τον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον· ἔτι δὲ
γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι (οὔτε
γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις ἀλλὰ πάσης ἔστι τέλος,
γίγνεσθαί τε οὐχ οἷόν τε τὸ ἀδύνατον γενέσθαι· τὸ δὲ γε-
γονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν)· ἔτι δ’ εἴπερ ἡ ὕλη
ἔστι διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι
τὴν οὐσίαν, ὅ ποτε ἐκείνη γίγνεται· εἰ γὰρ μήτε τοῦτο ἔσται
μήτε ἐκείνη, οὐθὲν ἔσται τὸ παράπαν, εἰ δὲ τοῦτο ἀδύνατον,
ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος. –
εἰ δ’ αὖ τις τοῦτο θήσει, ἀπορία ἐπὶ τίνων τε θήσει τοῦτο
καὶ ἐπὶ τίνων οὔ. ὅτι μὲν γὰρ ἐπὶ πάντων οὐχ οἷόν τε,
φανερόν· οὐ γὰρ ἂν θείημεν εἶναί τινα οἰκίαν παρὰ τὰς τι-
νὰς οἰκίας. πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται,
οἷον τῶν ἀνθρώπων; ἀλλ’ ἄτοπον· ἓν γὰρ πάντα ὧν ἡ
οὐσία μία. ἀλλὰ πολλὰ καὶ διάφορα; ἀλλὰ καὶ τοῦτο
ἄλογον. ἅμα δὲ καὶ πῶς γίγνεται ἡ ὕλη τούτων ἕκαστον
καὶ ἔστι τὸ σύνολον ἄμφω ταῦτα; -ἔτι δὲ περὶ τῶν ἀρχῶν
καὶ τόδε ἀπορήσειεν ἄν τις. εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν, οὐθὲν
ἔσται ἀριθμῷ ἕν, οὐδ’ αὐτὸ τὸ ἓν καὶ τὸ ὄν· καὶ τὸ ἐπίστα-
σθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν ἐπὶ πάντων; -ἀλλὰ μὴν
εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν, καὶ μὴ ὥσπερ
ἐπὶ τῶν αἰσθητῶν ἄλλαι ἄλλων (οἷον τῆσδε τῆς συλλαβῆς
τῷ εἴδει τῆς αὐτῆς οὔσης καὶ αἱ ἀρχαὶ εἴδει αἱ αὐταί· καὶ
γὰρ αὗται ὑπάρχουσιν ἀριθμῷ ἕτεραι), -εἰ δὲ μὴ οὕτως ἀλλ’
αἱ τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ἕν εἰσιν, οὐκ ἔσται παρὰ τὰ
στοιχεῖα οὐθὲν ἕτερον· τὸ γὰρ ἀριθμῷ ἓν ἢ τὸ καθ’ ἕκαστον
λέγειν διαφέρει οὐθέν· οὕτω γὰρ λέγομεν τὸ καθ’ ἕκαστον,
[1000a]   τὸ ἀριθμῷ ἕν, καθόλου δὲ τὸ ἐπὶ τούτων. ὥσπερ οὖν εἰ τὰ
τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἀναγκαῖον ἦν ἂν το-
σαῦτα εἶναι τὰ πάντα γράμματα ὅσαπερ τὰ στοιχεῖα, μὴ
ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων.
Οὐθενὸς δ’ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς
νῦν καὶ τοῖς πρότερον, πότερον αἱ αὐταὶ τῶν φθαρτῶν καὶ
τῶν ἀφθάρτων ἀρχαί εἰσιν ἢ ἕτεραι. εἰ μὲν γὰρ αἱ αὐταί,
πῶς τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα, καὶ διὰ τίν’ αἰτίαν;
οἱ μὲν οὖν περὶ Ἡσίοδον καὶ πάντες ὅσοι θεολόγοι
μόνον ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὑτούς, ἡμῶν δ’ ὠλι-
γώρησαν (θεοὺς γὰρ ποιοῦντες τὰς ἀρχὰς καὶ ἐκ θεῶν γε-
γονέναι, τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβρο-
σίας θνητὰ γενέσθαι φασίν, δῆλον ὡς ταῦτα τὰ ὀνόματα
γνώριμα λέγοντες αὑτοῖς· καίτοι περὶ αὐτῆς τῆς προσφο-
ρᾶς τῶν αἰτίων τούτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ
χάριν ἡδονῆς αὐτῶν θιγγάνουσιν, οὐθὲν αἴτια τοῦ εἶναι τὸ
νέκταρ καὶ ἡ ἀμβροσία, εἰ δὲ τοῦ εἶναι, πῶς ἂν εἶεν ἀΐ-
διοι δεόμενοι τροφῆς)· -ἀλλὰ περὶ μὲν τῶν μυθικῶς σοφι-
ζομένων οὐκ ἄξιον μετὰ σπουδῆς σκοπεῖν· παρὰ δὲ τῶν δι’
ἀποδείξεως λεγόντων δεῖ πυνθάνεσθαι διερωτῶντας τί δή
ποτ’ ἐκ τῶν αὐτῶν ὄντα τὰ μὲν ἀΐδια τὴν φύσιν ἐστὶ

[1000a.22]   τὰ δὲ φθείρεται τῶν ὄντων. ἐπεὶ δὲ οὔτε αἰτίαν λέγουσιν
οὔτε εὔλογον οὕτως ἔχειν, δῆλον ὡς οὐχ αἱ αὐταὶ ἀρχαὶ
οὐδὲ αἰτίαι αὐτῶν ἂν εἶεν. καὶ γὰρ ὅνπερ οἰηθείη λέγειν
ἄν τις μάλιστα ὁμολογουμένως αὑτῷ, Ἐμπεδοκλῆς, καὶ
οὗτος ταὐτὸν πέπονθεν· τίθησι μὲν γὰρ ἀρχήν τινα αἰτίαν
τῆς φθορᾶς τὸ νεῖκος, δόξειε δ’ ἂν οὐθὲν ἧττον καὶ τοῦτο
γεννᾶν ἔξω τοῦ ἑνός· ἅπαντα γὰρ ἐκ τούτου τἆλλά ἐστι
πλὴν ὁ θεός. λέγει γοῦν “ἐξ ὧν πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’
ἔσθ’ ὅσα τ’ ἔσται ὀπίσσω, | δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέ-
ρες ἠδὲ γυναῖκες, | θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες
ἰχθῦς, | καί τε θεοὶ δολιχαίωνες”. καὶ χωρὶς δὲ τούτων δῆ-
[1000b]   λον· εἰ γὰρ μὴ ἦν ἐν τοῖς πράγμασιν, ἓν ἂν ἦν
ἅπαντα, ὡς φησίν· ὅταν γὰρ συνέλθῃ, τότε δ’ “ἔσχατον
ἵστατο νεῖκος”. διὸ καὶ συμβαίνει αὐτῷ τὸν εὐδαιμονέ-
στατον θεὸν ἧττον φρόνιμον εἶναι τῶν ἄλλων· οὐ γὰρ γνω-
ρίζει ἅπαντα· τὸ γὰρ νεῖκος οὐκ ἔχει, ἡ δὲ γνῶσις
τοῦ ὁμοίου τῷ ὁμοίῳ. “γαίῃ μὲν γάρ,” φησί, “γαῖαν
ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, | αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ
πυρὶ πῦρ ἀΐδηλον, | στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ
λυγρῷ.” ἀλλ’ ὅθεν δὴ ὁ λόγος, τοῦτό γε φανερόν, ὅτι
συμβαίνει αὐτῷ τὸ νεῖκος μηθὲν μᾶλλον φθορᾶς ἢ τοῦ
εἶναι αἴτιον· ὁμοίως δ’ οὐδ’ ἡ φιλότης τοῦ εἶναι, συνάγουσα
γὰρ εἰς τὸ ἓν φθείρει τὰ ἄλλα. καὶ ἅμα δὲ αὐτῆς τῆς με-
ταβολῆς αἴτιον οὐθὲν λέγει ἀλλ’ ἢ ὅτι οὕτως πέφυκεν·
“ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη, | εἰς τιμάς
τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο | ὅς σφιν ἀμοιβαῖος πλα-
τέος παρ’ ἐλήλαται ὅρκου·” ὡς ἀναγκαῖον μὲν ὂν μεταβάλ-
λειν· αἰτίαν δὲ τῆς ἀνάγκης οὐδεμίαν δηλοῖ. ἀλλ’ ὅμως
τοσοῦτόν γε μόνος λέγει ὁμολογουμένως· οὐ γὰρ τὰ μὲν
φθαρτὰ τὰ δὲ ἄφθαρτα ποιεῖ τῶν ὄντων ἀλλὰ πάντα
φθαρτὰ πλὴν τῶν στοιχείων. ἡ δὲ νῦν λεγομένη ἀπορία
ἐστὶ διὰ τί τὰ μὲν τὰ δ’ οὔ, εἴπερ ἐκ τῶν αὐτῶν ἐστίν. -ὅτι
μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί, τοσαῦτα εἰρήσθω·
εἰ δὲ ἕτεραι ἀρχαί, μία μὲν ἀπορία πότερον ἄφθαρτοι καὶ
αὗται ἔσονται ἢ φθαρταί· εἰ μὲν γὰρ φθαρταί, δῆλον ὡς
ἀναγκαῖον καὶ ταύτας ἔκ τινων εἶναι (πάντα γὰρ φθεί-
ρεται εἰς ταῦτ’ ἐξ ὧν ἔστιν), ὥστε συμβαίνει τῶν ἀρχῶν
ἑτέρας ἀρχὰς εἶναι προτέρας, τοῦτο δ’ ἀδύνατον, καὶ εἰ
ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον· ἔτι δὲ πῶς ἔσται τὰ
φθαρτά, εἰ αἱ ἀρχαὶ ἀναιρεθήσονται; εἰ δὲ ἄφθαρτοι, διὰ
τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ἔσται, ἐκ δὲ τῶν
ἑτέρων ἄφθαρτα; τοῦτο γὰρ οὐκ εὔλογον, ἀλλ’ ἢ ἀδύνα-
τον ἢ πολλοῦ λόγου δεῖται. ἔτι δὲ οὐδ’ ἐγκεχείρηκεν οὐδεὶς
[1001a]   ἑτέρας, ἀλλὰ τὰς αὐτὰς ἁπάντων λέγουσιν ἀρχάς. ἀλλὰ
τὸ πρῶτον ἀπορηθὲν ἀποτρώγουσιν ὥσπερ τοῦτο μικρόν τι
λαμβάνοντες.

(SYNECHIZETAI)

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

About sooteris kyritsis

Job title: (f)PHELLOW OF SOPHIA Profession: RESEARCHER Company: ANTHROOPISMOS Favorite quote: "ITS TIME FOR KOSMOPOLITANS(=HELLINES) TO FLY IN SPACE." Interested in: Activity Partners, Friends Fashion: Classic Humor: Friendly Places lived: EN THE HIGHLANDS OF KOSMOS THROUGH THE DARKNESS OF AMENTHE
This entry was posted in Books and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s