ΕΝ ΤΟΙΣ ΑΡΧΑΙΟΙΣ ΕΚΕΙΝΟΙΣ ΚΑΙΡΟΙΣ ΟΤΕ ΤΟ ΠΟΙΕΙΝ ΕΓΕΝΕΤΟ ΠΟΙΗΜΑ (6a)


( ΣΥΝΕΧΙΖΕΤΑΙ ΑΠΟ  9/12/2013)

Η Παλατινή Ανθολογία (Anthologia Palatina) είναι συλλογή αρχαίων και  βυζαντινών ελληνικών επιγραμμάτων της περιόδου από τον 7ο αιώνα π.Χ. μέχρι το 600 μ.Χ., που βρέθηκε σε χειρόγραφο το 1606 και θεωρείται ότι συντάχθηκε τον 10ο αιώνα με βάση την Ανθολογία του Κεφαλά. Μαζί με την Ανθολογία του Πλανούδη απαρτίζει τη συμβατικά ονομαζόμενη Ελληνική Ανθολογία.

Ἀρχίας  ο Μυτιληναίος, υπήρξε Ελάχιστα γνωστός ποιητής. Πρέπει να ήταν σύγχρονος του Αρχία του Αντιοχέα, με τον οποίον ο Beckby τον ταυτίζει. Υπάρχουν 5 επιγράμματα στηνΠαλατινή Ανθολογία με το όνομά του, από τον Στέφανο του Μελέαγρου

Ο Αρχίας ο Αντιοχεύς ήταν Έλληνας επιγραμματοποιός. Γεννήθηκε περί το 120 π.Χ. Ήρθε στη Ρώμη και ζούσε υπό την προστασία των Λουκούλλων. Έγινε Ρωμαίος πολίτης το 89 π.Χ. αλλά ο Γράτιος αμφισβήτησε την πολιτογράφησή του και τότε ο Κικέρων τον υπερασπίστηκε με τον λόγο του “Pro Archia poeta”. Ο Αρχίας ύμνησε τους πολέμους του Μαρίου κατά των Κίμβρων και του Λούκουλλου κατά του Μιθριδάτη. Στην Παλατινή Ανθολογία σώθηκαν 7 επιγράμματά του. Κατά τον Hermann Beckby όμως όλοι οι Αρχίες της Ανθολογίας ταυτίζονται μαζί του.

1. ΑΡΧΙΟΥ 5.58

Νήπι’ ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον· εἴς με κένωσον

πᾶν σὺ βέλος, λοιπὴν μηκέτ’ ἀφεὶς γλυφίδα,

ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων

ἄλλον ὀιστεῦσαι μηκέτ’ ἔχοις ἀκίδα.

 
2. ΤΟΥ ΑΥΤΟΥ 5.59

Φεύγειν δὴ τὸν ῎Ερωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω

πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.

 
3. AΔHΛON, οἱ δὲ ΑΡΧΙΟΥ 5.98

᾿Ωμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλϑὲ

ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.

 
4. ΑΡΧΙΟΥ 6.16

Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι

τρίζυγες ἐκ τρισσῆς ϑέντο λινοστασίης·

δίκτυα μὲν Δᾶμις ϑηρῶν, Πίγρης δὲ πετηνῶν

λαιμοπέδας, Κλείτωρ δ’ εἰναλίφοιτα λίνα·

ὧν τὸν μὲν καὶ ἐσαῦϑις ἐν ἠέρι, τὸν δ’ ἔτι ϑείης

εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.

 
5. ΑΡΧΙΟΥ 6.39

Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ,

ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·

ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν,

ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,

ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων

εὔϑροον, ἁ τριτάτα δ’ εἰροχαρῆ τάλαρον,

οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα

πότνια, ταῦϑ’ αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.

 
6. ΑΡΧΙΟΥ 6.179

᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ’ ἄλλης

αὔϑαιμοι τρισσοὶ δῶρα λινοστασίης,

Πίγρης μὲν δειραχϑὲς ἐύβροχον ἅμμα πετηνῶν,

Δᾶμις δ’ ὑλονόμων δίκτυα τετραπόδων,

ἄρκυν δ’ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι’ αἴϑρας

καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα. 

 
7. ΤΟΥ ΑΥΤΟΥ 6.180

Ταῦτά σοι ἔκ τ’ ὀρέων ἔκ τ’ αἰϑέρος ἔκ τε ϑαλάσσας

τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·

ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης

οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·

οἷς ἅμα χερσαίαισιν, ἅμ’ ἠερίῃσιν ἐν ἄγραις,

᾿Αγρεῦ, ἅμ’ ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.

 
8. ΤΟΥ ΑΥΤΟΥ 6.181

Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας

ἄλλος ἀπ’ ἀλλοίας σοὶ λίνα, Πάν, ἔϑεσαν,

καὶ τὰ μὲν ὀρνίϑων Πίγρης, τὰ δὲ δίκτυα ϑηρῶν

Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·

τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ’ ἠερίῃσιν ἐν ἄγραις

αἰέν, ὁ δ’ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.

 
9. ΑΡΧΙΟΥ 6.192

Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ

λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν

καὶ γαμψὸν Χαίτῃσιν ἐφ’ ἱππείῃσι πεδηϑὲν

ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,

καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καϑ’ ὕδωρ

φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·

οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ’ ἐπιαύει

ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.

 
10. ΑΡΧΙΟΥ 6.195

Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν ᾿Αϑάνᾳ

αὐλὸν ἐριβρεμέταν Μίκκος ᾿Ενυαλίου,

ᾧ ποτε καὶ ϑυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν

πρόσϑε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ’ εὐνομίης.

 
11. ΑΡΧΙΟΥ 6.207

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς

πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·

ξανϑὰ δ’ ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα

ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·

λεπτὸν δ’ ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου,

τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·

ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος

οὔνομ’ ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·

ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,

ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.

 
12. ΑΡΧΙΟΥ 7.68

῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,

ὃς βαϑὺ πορθμεύεις τοῦτ’ ᾿Αχέροντος ὕδωρ,

εἰ καί σοι βέβριϑεν ὑπ’ εἰδώλοισι καμόντων

ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.

ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα

καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.

καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,

εἶχον· ὑπ’ ἠελίου δ’ οὔ τι λέλοιπα φάει.

 
13. ΑΡΧΙΟΥ ΜΑΚΕΔΟΝΟΣ 7.140

Καὶ γενέταν τοῦ νέρϑε καὶ οὔνομα καὶ χϑόνα φώνει,

στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔϑανε. –

Γεννήτωρ Πρίαμος, γᾶ δ’ ῎Ιλιον, οὔνομα δ’ ῞Εκτωρ,

ὦνερ, ὑπὲρ πάτρας δ’ ὤλετο μαρνάμενος.

 
14. ΑΡΧΙΟΥ 7.147

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας

νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·

οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,

οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·

ἀλλ’ αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα

ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.

εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς

ἄξιον ἀντ’ ἀρετᾶς ὅπλα ποροῦσα γέρας,

Μοιράων βουλῇσι τάδ’ ἄμπλακεν, ὡς ἂν ὑπ’ ἐχϑρῶν

μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.

 
15. [ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ 7.165

Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; –

Καλλιτέλευς. –Πάτρας δ’ ἐκ τίνος ἐσσί; –Σάμου. –

Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον

ἤγετο.” –Πῶς δ’ ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –

Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; –

Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –

Ζωῆς τέρμαϑ’ ἵκοιτο μετ’ ἀνδράσι. –Καὶ σέο δοίη

παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

 
16. ΑΡΧΙΟΥ 7.191

῾Α πάρος ἀντίφϑογγον ἀποκλάγξασα νομεῦσι

πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχϑυβόλοις,

πολλάκι δὲ κρέξασα πολύϑροον οἷά τις ἀχὼ

κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,

νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα

κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.

 
17. ΑΡΧΙΟΥ 7.213

Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι πεύκας

ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος

ἔκρεκες εὐτάρσοιο δι’ ἰξύος, ἀχέτα, μολπάν,

τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.

νῦν δέ σε μυρμάκεσσιν ὑπ’ εἰνοδίοισι δαμέντα

῎Αϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.

εἰ δ’ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων

Μαιονίδας γρίφοις ἰχϑυβόλων ἔϑανεν.

 
18. ΤΟΥ ΑΥΤΟΥ 7.214

Οὐκέτι παφλάζοντα διαΐσσων βυϑὸν ἅλμης,

δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,

οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων

ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν·

οὐδὲ σύ γ’, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων

νώτοις πορϑμεύσεις Τηϑύος εἰς πέρατα.

ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήϑη

κῦμα, πολυψήφους ὦσέ σ’ ἐπὶ ψαμάϑους.

 

(ΣYNECHIZETAI)

Anthologia Graeca, ed. H. Beckby, Anthologia Graeca, 4 vols., 2nd edn.Munich: Heimeran, 1-2:1965; 3-4:1968

PAGAN http://www.mikrosapoplous.gr/

About sooteris kyritsis

Job title: (f)PHELLOW OF SOPHIA Profession: RESEARCHER Company: ANTHROOPISMOS Favorite quote: "ITS TIME FOR KOSMOPOLITANS(=HELLINES) TO FLY IN SPACE." Interested in: Activity Partners, Friends Fashion: Classic Humor: Friendly Places lived: EN THE HIGHLANDS OF KOSMOS THROUGH THE DARKNESS OF AMENTHE
This entry was posted in POECIA=ΠΟΙΗΣΗ and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s