ΟΜΗΡΙΚΟΙ ΥΜΝΟΙ (a)


I)Εις ‘Απόλλωνα

Μνήσομαι ουδέ λάθωμαι ‘Απόλλωνος εκάτοιο,
όν τε θεοί κατά δώμα Διός τρομέουσιν ιόντα:

καί ρά τ’ αναΐσσουσιν επί σχεδόν ερχομένοιο
πάντες αφ’ εδράων, ότε φαίδιμα τόξα τιταίνει.
Λητώ δ’ οίη μίμνε παραί Διί τερπικεραύνω,
ή ρα βιόν τ’ εχάλασσε καί εκλήϊσε φαρέτρην,
καί οι απ’ ιφθίμων ώμων χείρεσσιν ελούσα
τόξον ανεκρέμασε πρός κίονα πατρός εοίο
πασσάλου εκ χρυσέου: τόν δ’ εις θρόνον είσεν άγουσα.
τώ δ’ άρα νέκταρ έδωκε πατήρ δέπαϊ χρυσείω
δεικνύμενος φίλον υιόν, έπειτα δέ δαίμονες άλλοι
ένθα καθίζουσιν:

χαίρει δέ τε πότνια Λητώ,
ούνεκα τοξοφόρον καί καρτερόν υιόν έτικτεν.
χαίρε μάκαιρ’ ώ Λητοί, επεί τέκες αγλαά τέκνα
‘Απόλλωνά τ’ άνακτα καί ”Αρτεμιν ιοχέαιραν,
τήν μέν εν ‘Ορτυγίη, τόν δέ κραναή ενί Δήλω,
κεκλιμένη πρός μακρόν όρος καί Κύνθιον όχθον,
αγχοτάτω φοίνικος υπ’ ‘Ινωποίο ρεέθροις.
Πώς τάρ σ’ υμνήσω πάντως εύυμνον εόντα;
πάντη γάρ τοι, Φοίβε, νομός βεβλήαται ωδής,
ημέν αν’ ήπειρον πορτιτρόφον ηδ’ ανά νήσους.
πάσαι δέ σκοπιαί τοι άδον καί πρώονες άκροι
υψηλών ορέων ποταμοί θ’ άλα δέ προρέοντες,
ακταί τ’ εις άλα κεκλιμέναι λιμένες τε θαλάσσης.

ή ώς σε πρώτον Λητώ τέκε χάρμα βροτοίσι,
κλινθείσα πρός Κύνθου όρος κραναή ενί νήσω
Δήλω εν αμφιρύτη; εκάτερθε δέ κύμα κελαινόν
εξήει χέρσον δέ λιγυπνοίοις ανέμοισιν:

ένθεν απορνύμενος πάσι θνητοίσιν ανάσσεις.
όσσους Κρήτη τ’ εντός έχει καί δήμος ‘Αθηνών
νήσός τ’ Αιγίνη ναυσικλειτή τ’ Εύβοια
Αιγαί τ’ Ειρεσίαι τε καί αγχιάλη Πεπάρηθος
Θρηΐκιός τ’ ‘Αθόως καί Πηλίου άκρα κάρηνα
Θρηϊκίη τε Σάμος ”Ιδης τ’ όρεα σκιόεντα
Σκύρος καί Φώκαια καί Αυτοκάνης όρος αιπύ
”Ιμβρος τ’ ευκτιμένη καί Λήμνος αμιχθαλόεσσα
Λέσβος τ’ ηγαθέη Μάκαρος έδος Αιολίωνος
καί Χίος, ή νήσων λιπαρωτάτη ειν αλί κείται,
παιπαλόεις τε Μίμας καί Κωρύκου άκρα κάρηνα
καί Κλάρος αιγλήεσσα καί Αισαγέης όρος αιπύ
καί Σάμος υδρηλή Μυκάλης τ’ αιπεινά κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ανθρώπων,
καί Κνίδος αιπεινή καί Κάρπαθος ηνεμόεσσα
Νάξος τ’ ηδέ Πάρος `Ρήναιά τε πετρήεσσα,
τόσσον έπ’ ωδίνουσα `Εκηβόλον ίκετο Λητώ,
εί τίς οι γαιέων υιεί θέλοι οικία θέσθαι.

αι δέ μάλ’ ετρόμεον καί εδείδισαν, ουδέ τις έτλη
Φοίβον δέξασθαι καί πιοτέρη περ εούσα
πρίν γ’ ότε δή ρ’ επί Δήλου εβήσετο πότνια Λητώ,
καί μιν ανειρομένη έπεα πτερόεντα προσηύδα:
Δήλ’ ει γάρ κ’ εθέλοις έδος έμμεναι υίος εμοίο
Φοίβου ‘Απόλλωνος, θέσθαι τ’ ένι πίονα νηόν:
άλλος δ’ ού τις σείό ποθ’ άψεται, ουδέ σε λήσει,
ουδ’ εύβων σέ γ’ έσεσθαι οΐομαι ούτ’ εύμηλον,
ουδέ τρύγην οίσεις, ούτ’ άρ φυτά μυρία φύσεις.
αι δέ κ’ ‘Απόλλωνος εκαέργου νηόν έχησθα,
άνθρωποί τοι πάντες αγινήσουσ’ εκατόμβας
ενθάδ’ αγειρόμενοι, κνίση δέ τοι άσπετος αιεί
δημού αναΐξει, βοσκήσεις θ’ οί κέ σ’ έχωσι
χειρός απ’ αλλοτρίης, επεί ού τοι πίαρ υπ’ ούδας.

‘`Ως φάτο: χαίρε δέ Δήλος, αμειβομένη δέ προσηύδα:

Λητοί κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ασπασίη κεν εγώ γε γονήν εκάτοιο άνακτος
δεξαίμην: αινώς γάρ ετήτυμόν ειμι δυσηχής
ανδράσιν, ώδε δέ κεν περιτιμήεσσα γενοίμην.
αλλά τόδε τρομέω Λητοί έπος, ουδέ σε κεύσω:

λίην γάρ τινά φασιν ατάσθαλον ‘Απόλλωνα
έσσεσθαι, μέγα δέ πρυτανευσέμεν αθανάτοισι
καί θνητοίσι βροτοίσιν επί ζείδωρον άρουραν.
τώ ρ’ αινώς δείδοικα κατά φρένα καί κατά θυμόν
μή οπότ’ άν τό πρώτον ίδη φάος ηελίοιο
νήσον ατιμήσας, επεί ή κραναήπεδός ειμι,
ποσσί καταστρέψας ώση αλός εν πελάγεσσιν.
ένθ’ εμέ μέν μέγα κύμα κατά κρατός άλις αιεί
κλύσσει, ο δ’ άλλην γαίαν αφίξεται ή κεν άδη οι
τεύξασθαι νηόν τε καί άλσεα δενδρήεντα:
πουλύποδες δ’ εν εμοί θαλάμας φώκαί τε μέλαιναι
οικία ποιήσονται ακηδέα χήτεϊ λαών:

αλλ’ εί μοι τλαίης γε θεά μέγαν όρκον ομόσσαι,
ενθάδε μιν πρώτον τεύξειν περικαλλέα νηόν
έμμεναι ανθρώπων χρηστήριον, αυτάρ έπειτα
πάντας επ’ ανθρώπους, επεί ή πολυώνυμος έσται.
‘`Ως άρ’ έφη: Λητώ δέ θεών μέγαν όρκον όμοσσεν:
ίστω νύν τάδε γαία καί ουρανός ευρύς ύπερθεν
καί τό κατειβόμενον Στυγός ύδωρ, ός τε μέγιστος
όρκος δεινότατός τε πέλει μακάρεσσι θεοίσιν:

ή μήν Φοίβου τήδε θυώδης έσσεται αιεί
βωμός καί τέμενος, τίσει δέ σέ γ’ έξοχα πάντων.
Αυτάρ επεί ρ’ όμοσέν τε τελεύτησέν τε τόν όρκον,
Δήλος μέν μάλα χαίρε γόνω εκάτοιο άνακτος,
Λητώ δ’ εννήμάρ τε καί εννέα νύκτας αέλπτοις
ωδίνεσσι πέπαρτο. θεαί δ’ έσαν ένδοθι πάσαι
όσσαι άρισται έσαν, Διώνη τε `Ρείη τε
‘Ιχναίη τε Θέμις καί αγάστονος ‘Αμφιτρίτη,
άλλαι τ’ αθάναται, νόσφιν λευκωλένου ”Ηρης:
ήστο γάρ εν μεγάροισι Διός νεφεληγερέταο.
μούνη δ’ ουκ επέπυστο μογοστόκος Ειλείθυια:

ήστο γάρ άκρω ‘Ολύμπω υπό χρυσέοισι νέφεσσιν
”Ηρης φραδμοσύνης λευκωλένου, ή μιν έρυκε
ζηλοσύνη ό τ’ άρ’ υιόν αμύμονά τε κρατερόν τε
Λητώ τέξεσθαι καλλιπλόκαμος τότ’ έμελλεν.
Αι δ’ ‘~Ιριν προύπεμψαν εϋκτιμένης από νήσου
αξέμεν Ειλείθυιαν, υποσχόμεναι μέγαν όρμον
χρυσείοισι λίνοισιν εερμένον εννεάπηχυν:
νόσφιν δ’ ήνωγον καλέειν λευκωλένου ”Ηρης
μή μιν έπειτ’ επέεσσιν αποστρέψειεν ιούσαν.
αυτάρ επεί τό γ’ άκουσε ποδήνεμος ωκέα ‘~Ιρις
βή ρα θέειν, ταχέως δέ διήνυσε πάν τό μεσηγύ.

αυτάρ επεί ρ’ ίκανε θεών έδος αιπύν ”Ολυμπον
αυτίκ’ άρ’ Ειλείθυιαν από μεγάροιο θύραζε
εκπροκαλεσσαμένη έπεα πτερόεντα προσηύδα
πάντα μάλ’ ως επέτελλον ‘Ολύμπια δώματ’ έχουσαι.
τή δ’ άρα θυμόν έπειθεν ενί στήθεσσι φίλοισι,
βάν δέ ποσί τρήρωσι πελειάσιν ίθμαθ’ ομοίαι.
εύτ’ επί Δήλου έβαινε μογοστόκος Ειλείθυια,
τήν τότε δή τόκος είλε, μενοίνησεν δέ τεκέσθαι.
αμφί δέ φοίνικι βάλε πήχεε, γούνα δ’ έρεισε
λειμώνι μαλακώ, μείδησε δέ γαί’ υπένερθεν:

εκ δ’ έθορε πρό φόως δέ, θεαί δ’ ολόλυξαν άπασαι.
ένθα σέ ήϊε Φοίβε θεαί λόον ύδατι καλώ
αγνώς καί καθαρώς, σπάρξαν δ’ εν φάρεϊ λευκώ
λεπτώ νηγατέω: περί δέ χρύσεον στρόφον ήκαν.
ουδ’ άρ’ ‘Απόλλωνα χρυσάορα θήσατο μήτηρ,
αλλά Θέμις νέκταρ τε καί αμβροσίην ερατεινήν
αθανάτησιν χερσίν επήρξατο: χαίρε δέ Λητώ
ούνεκα τοξοφόρον καί καρτερόν υιόν έτικτεν.
Αυτάρ επεί δή Φοίβε κατέβρως άμβροτον είδαρ,
ού σέ γ’ έπειτ’ ίσχον χρύσεοι στρόφοι ασπαίροντα,
ουδ’ έτι δεσμά σ’ έρυκε, λύοντο δέ πείρατα πάντα.
αυτίκα δ’ αθανάτησι μετηύδα Φοίβος ‘Απόλλων:
είη μοι κίθαρίς τε φίλη καί καμπύλα τόξα,
χρήσω δ’ ανθρώποισι Διός νημερτέα βουλήν.
‘`Ως ειπών εβίβασκεν από χθονός ευρυοδείης
Φοίβος ακερσεκόμης εκατηβόλος: αι δ’ άρα πάσαι
θάμβεον αθάναται, χρυσώ δ’ άρα Δήλος άπασα
#10 βεβρίθει καθορώσα Διός Λητούς τε γενέθλην,
#10 γηθοσύνη ότι μιν θεός είλετο οικία θέσθαι
#10 νήσων ηπείρου τε, φίλησε δέ κηρόθι μάλλον.
. ήνθησ’ ως ότε τε ρίον ούρεος άνθεσιν ύλης.
Αυτός δ’ αργυρότοξε άναξ εκατηβόλ’ ”Απολλον,
άλλοτε μέν τ’ επί Κύνθου εβήσαο παιπαλόεντος,
άλλοτε δ’ άν νήσους τε καί ανέρας ηλάσκαζες.
πολλοί τοι νηοί τε καί άλσεα δενδρήεντα,
πάσαι δέ σκοπιαί τε φίλαι καί πρώονες άκροι
υψηλών ορέων, ποταμοί θ’ άλα δέ προρέοντες:
αλλά σύ Δήλω Φοίβε μάλιστ’ επιτέρπεαι ήτορ,
ένθα τοι ελκεχίτωνες ‘Ιάονες ηγερέθονται
αυτοίς σύν παίδεσσι καί αιδοίης αλόχοισιν.
οι δέ σε πυγμαχίη τε καί ορχηθμώ καί αοιδή
μνησάμενοι τέρπουσιν όταν στήσωνται αγώνα.
φαίη κ’ αθανάτους καί αγήρως έμμεναι αιεί
ός τότ’ επαντιάσει’ ότ’ ‘Ιάονες αθρόοι είεν:
πάντων γάρ κεν ίδοιτο χάριν, τέρψαιτο δέ θυμόν
άνδρας τ’ εισορόων καλλιζώνους τε γυναίκας
νήάς τ’ ωκείας ηδ’ αυτών κτήματα πολλά.
πρός δέ τόδε μέγα θαύμα, όου κλέος ούποτ’ ολείται,
κούραι Δηλιάδες `Εκατηβελέταο θεράπναι:
αί τ’ επεί άρ πρώτον μέν ‘Απόλλων’ υμνήσωσιν,
αύτις δ’ αύ Λητώ τε καί ”Αρτεμιν ιοχέαιραν,
μνησάμεναι ανδρών τε παλαιών ηδέ γυναικών
ύμνον αείδουσιν, θέλγουσι δέ φύλ’ ανθρώπων.

πάντων δ’ ανθρώπων φωνάς καί κρεμβαλιαστύν
μιμείσθ’ ίσασιν: φαίη δέ κεν αυτός έκαστος
φθέγγεσθ’: ούτω σφιν καλή συνάρηρεν αοιδή.

(SYNECHIZETAI)

About sooteris kyritsis

Job title: (f)PHELLOW OF SOPHIA Profession: RESEARCHER Company: ANTHROOPISMOS Favorite quote: "ITS TIME FOR KOSMOPOLITANS(=HELLINES) TO FLY IN SPACE." Interested in: Activity Partners, Friends Fashion: Classic Humor: Friendly Places lived: EN THE HIGHLANDS OF KOSMOS THROUGH THE DARKNESS OF AMENTHE
This entry was posted in religious themes and tagged , . Bookmark the permalink.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.